Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.118 Dem. 20.121 (English) >>Dem. 20.124

20.120οἴομαι τοίνυν καὶ τοῦτον τὸν λόγον Λεπτίνην ἐρεῖν, ὡς τὰς εἰκόνας καὶ τὴν σίτησιν οὐκ ἀφαιρεῖται τῶν εἰληφότων νόμος, οὐδὲ τῆς πόλεως τὸ τιμᾶν τοὺς ὄντας ἀξίους, ἀλλʼ ἔσται χαλκοῦς ἱστάναι καὶ σίτησιν διδόναι καὶ ἄλλʼ τι ἂν βούλησθε, πλὴν τούτου. ἐγὼ δʼ ὑπὲρ ὧν μὲν τῇ πόλει καταλείπειν φήσει, τοσοῦτο λέγω· ὅταν ὧν ἐδώκατέ τῳ πρότερόν τι, τοῦτʼ ἀφέλησθε, καὶ τὰς ὑπολοίπους ἀπίστους ποιήσετε πάσας δωρειάς. τί γὰρ ἔσται πιστότερον τὸ τῆς εἰκόνος τῆς σιτήσεως τὸ τῆς ἀτελείας, ἣν πρότερόν τισι δόντες ἀφῃρημένοι φανεῖσθε; 20.121ἔτι δʼ εἰ μηδὲν ἔμελλε τοῦτʼ ἔσεσθαι δυσχερές, οὐδʼ ἐκεῖνο καλῶς ἔχειν ἡγοῦμαι, εἰς τοιαύτην ἄγειν ἀνάγκην τὴν πόλιν διʼ ἧς ἅπαντας ἐξ ἴσου τῶν αὐτῶν ἀξιώσει τοῖς τὰ μέγιστʼ εὐεργετοῦσιν, μὴ τοῦτο ποιοῦσα χάριν τισὶν οὐκ ἀποδώσει. μεγάλων μὲν οὖν εὐεργεσιῶν οὔθʼ ὑμῖν συμφέρει συμβαίνειν πολλάκις καιρόν, οὔτʼ ἴσως ῥᾴδιον αἰτίῳ γενέσθαι· 20.122μετρίων δὲ καὶ ὧν ἂν ἐν εἰρήνῃ τις καὶ πολιτείᾳ δύναιτʼ ἐφικέσθαι, εὐνοίας, δικαιοσύνης, ἐπιμελείας, τῶν τοιούτων, καὶ συμφέρειν ἔμοιγε δοκεῖ καὶ χρῆναι διδόναι τὰς τιμάς. δεῖ τοίνυν μεμερίσθαι καὶ τὰ τῶν δωρειῶν, ἵνʼ ἧς ἂν ἄξιος ὢν ἕκαστος φαίνηται, ταύτην παρὰ τοῦ δήμου λαμβάνῃ τὴν δωρειάν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.118 Dem. 20.121 (English) >>Dem. 20.124

Powered by PhiloLogic